Thesauros Literature miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Book 5

26 Ἐμπεδοκλῆς πρῶτα τὰ δένδρα τῶν ζῴων ἐκ γῆς ἀναδῦναί φησι, πρὶν τὸν ἥλιον περιαπλωθῆναι καὶ πρὶν ἡμέραν καὶ νύκτα διακριθῆναι διὰ δὲ συμμετρίαν τῆς κράσεως τὸν τοῦ ἄρρενος καὶ τοῦ θήλεος περιέχειν λόγον· αὔξεσθαι δʼ ὑπὸ τοῦ ἐν τῇ γῇ θερμοῦ διαιρουμένου, ὥστε γῆς εἶναι μέρη, καθάπερ καὶ τὰ ἔμβρυα τὰ ἐν τῇ γαστρὶ τῆς μήτρας μέρη· τοὺς δὲ καρποὺς περιττώματα εἶναι τοῦ ἐν τοῖς φυτοῖς ὕδατος καὶ πυρός· καὶ τὰ μὲν ἐλλιπὲς ἔχοντα τὸ ὑγρόν, ἐξικμαζομένου αὐτοῦ τῷ θέρει, φυλλορροεῖν, τὰ δὲ πλεῖον παραμένειν, ὥσπερ ἐπὶ τῆς δάφνης καὶ τῆς ἐλαίας καὶ τοῦ φοίνικος τὰς δὲ διαφορὰς τῶν χυμῶν παραλλαγὰς τῆς πολυμερείας καὶ τῶν φυτῶν γίνεσθαι, διαφόρους ἑχόντων τὰς ἀπὸ τοῦ τρέφοντος ὁμοιομερείας, ὥσπερ ἐπὶ τῶν ἀμπέλων· οὐ γὰρ αἱ διαφοραὶ τούτων χρηστικὸν οἶνον ποιοῦσιν, ἀλλʼ αἱ τοῦ τρέφοντος ἐδάφους.

Περὶ τροφῆς καὶ αὐξήσεως.

27 Ἐμπεδοκλῆς τρέφεσθαι μὲν τὰ ζῷα διὰ τὴν ὑπόστασιν τοῦ οἰκείου, αὔξεσθαι δὲ διὰ τὴν παρουσίαν τοῦ θερμοῦ, μειοῦσθαι δὲ καὶ φθίνειν διὰ τὴν ἔκλειψιν ἑκατέρων· τοὺς δὲ νῦν ἀνθρώπους τοῖς πρώτοις συμβαλλομένους βρεφῶν ἐπέχειν τάξιν.
27 Ἀναξαγόρας τρέφεσθαι μὲν

Πόθεν αἱ ὀρέξεις γίνονται τοῖς ζῴοις καὶ αἱ ἡδοναί.

28 Ἐμπεδοκλῆς τὰς μὲν ὀρέξεις γίνεσθαι τοῖς ζῴοις κατὰ τὰς ἐλλείψεις τῶν ἀποτελούντων ἕκαστον στοιχείων, τὰς δʼ ἡδονὰς ἐξ ὑγροῦ καὶ τὰς τῶν κινδύνων καὶ ὁμοίων κινήσεις, τὰς δʼ ὀχλήσεις καὶ τὰς

Πῶς γίνεται πυρετός, καὶ εἰ ἐπιγέννημά ἐστι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme