Book 4
13
Ἐμπεδοκλῆς τοῖς εἰδώλοις τὰς ἀκτῖνας ἀνέμιξε, προσαγορεύσας τὸ γιγνόμενον ἀκτινείδωλον συνθέτως.
13
Ἵππαρχος ἀκτῖνάς φησιν ἀφʼ ἑκατέρου τῶν ὀφθαλμῶν ἀποτεινομένας τοῖς πέρασιν αὑτῶν οἷον χειρῶν ἐπαφαῖς περικαθαπτούσας τοῖς ἐκτὸς σώμασι τὴν ἀντίληψιν αὐτῶν πρὸς τὸ ὁρατικὸν ἀποδιδόναι.
13
Πλάτων κατὰ συναύγειαν, τοῦ μὲν ἐκ τῶν ὀφθαλμῶν φωτὸς ἐπὶ ποσὸν ἀπορρέοντος εἰς τὸν ὁμογενῆ ἀέρα, τοῦ δʼ ἀπὸ τῶν σωμάτων φερομένου, τοῦ δὲ περὶ τὸν μεταξὺ ἀέρα εὐδιάχυτον ὄντα καὶ εὔτρεπτον συνεκτεινομένου τῷ πυρώδει τῆς ὄψεως αὕτη λέγεται Πλατωνικὴ συναύγεια.
Περὶ κατοπτρικῶν ἐμφάσεων.
14
Ἐμπεδοκλῆς κατʼ ἀπορροίας τὰς συνισταμένας μὲν ἐπὶ τῆς ἐπιφανείας τοῦ κατόπτρου τελειουμένας δʼ ὑπὸ τοῦ ἐκκρινομένου ἐκ τοῦ κατόπτρου πυρώδους καὶ τὸν προκείμενον ἀέρα, εἰς ὃν φέρεται τὰ ῥεύματα, συμμεταφέροντος.
14
Δημόκριτος Ἐπίκουρος τὰς κατοπτρικὰς ἐμφάσεις γίνεσθαι κατʼ εἰδώλων ὑποστάσεις, ἅτινα φέρεσθαι μὲν ἀφʼ ἡμῶν συνίστασθαι δʼ ἐπὶ τοῦ κατόπτρου κατʼ ἀντιπεριστροφήν,
14
οἱ ἀπὸ Πυθαγόρου κατʼ ἀντανακλάσεις τῆς ὂψεως· φέρεσθαι μὲν γὰρ τὴν ὄψιν τεταμένην ὡς ἐπὶ τὸν χαλκόν, ἐντυχοῦσαν δὲ πυκνῷ καὶ λείῳ πληχθεῖσαν ὑποστρέφειν αὐτὴν ἐφʼ ἑαυτήν, ὅμοιόν τι πάσχουσαν τῇ ἐκτάσει τῆς χειρὸς καὶ τῇ ἐπὶ τὸν ὦμον ἀντεπιστροφῇ.
14
δύναταί τις πᾶσι τούτοις τοῖς κεφαλαίοις χρῆσθαι ἐπὶ τοῦ πῶς ὁρῶμεν.
εἰ ὁρατὸν τὸ σκότος.
15
οἱ Στωικοὶ ὁρατὸν εἶναι τὸ σκότος· ἐκ γὰρ τῆς ὁράσεως προχεῖσθαί τινα εἰς αὐτὸ αὐγήν· καὶ οὐ ψεύδεται ἡ ὅρασις, βλέπεται γὰρ ταῖς ἀληθείαις, ὅτι ἔστι σκότος.