Thesauros Literature miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Book 4

Περὶ ἀφθαρσίας ψυχῆς.

7 Πυθαγόρας Πλάτων ἄφθαρτον εἶναι τὴν ψυχήν.
7 ἐξιοῦσαν γὰρ εἰς τὴν τοῦ παντὸς ψυχὴν ἀναχωρεῖν πρὸς τὸ ὁμογενὲς
7 οἱ Στωικοὶ ἐξιοῦσαν ἐκ τῶν σωμάτων ὑποφέρεσθαι τὴν μὲν ἀσθενεστέραν ἅμα τοῖς συγκρίμασι γίνεσθαι, ταύτην δʼ εἶναι τῶν ἀπαιδεύτων τὴν δʼ ἰσχυροτέραν, οἵα ἐστὶ περὶ τοὺς σοφούς, καὶ μέχρι τῆς ἐκπυρώσεως
7 Δημόκριτος Ἐπίκουρος φθαρτὴν τῷ σώματι συνδιαφθειρομένην,
7 Πυθαγόρας Πλάτων τὸ μὲν λογικὸν ἄφθαρτον καὶ γὰρ τὴν ψυχὴν οὐ θεὸν ἀλλʼ ἔργον τοῦ ἀιδίου θεοῦ ὑπάρχειν· τὸ δʼ ἄλογον φθαρτόν.

Περὶ αἰσθήσεων καὶ αἰσθητῶν.

8 οἱ Στωικοὶ ὁρίζονται οὕτως τὴν αἴσθησιν αἴσθησίς ἐστιν ἀντίληψις διʼ αἰσθητηρίου ἢ κατάληψις. πολλαχῶς δὲ λέγεται ἡ αἴσθησις τε γὰρ ἕξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια καὶ ἡ φαντασία ἡ καταληπτικὴ διʼ αἰσθητηρίου γίνονται, καὶ · αὐτὸ τὸ ἡγεμονικόν, ἀφʼ οὗ συνίσταται. πάλιν δʼ αἰσθητήρια λέγεται πνεύματα νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένα.
8 Ἐπίκουρος· τὸ μόριόν ἐστιν ἡ αἴσθησις ἥτις ἐστὶν ἡ δύναμις, καὶ τὸ ἐπαίσθημα ὅπερ ἐστὶ τὸ ἐνέργημα ὥστε διχῶς παρʼ αὐτῷ λέγεσθαι αἴσθησιν μὲν τὴν δύναμιν αἰσθητὸν δὲ τὸ ἐνέργημα.
8 Πλάτων τὴν αἴσθησιν ἀποφαίνεται ψυχῆς καὶ σώματος κοινωνίαν πρὸς τὰ ἐκτός,· ἡ μὲν γὰρ δύναμις ψυχῆς τὸ δʼ ὄργανον σώματος ἄμφω δὲ· διὰ φαντασίας ἀντιληπτικὰ τῶν ἔξωθεν γίνεται.
8 Λεύκιππος Δημόκριτος τὴν αἴσθησιν καὶ τὴν νόησιν γίνεσθαι, εἰδώλων ἔξωθεν προσιόντων· μηδενὶ γὰρ ἐπιβάλλειν μηδετέραν χωρὶς τοῦ προσπίπτοντος εἰδώλου.

Εἰ ἀληθεῖς αἱ αἰσθήσεις καὶ αἱ φαντασίαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme