Book 2
13
Ἡρακλείδης καὶ οἱ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν, γῆν περιέχοντα ἀέρα τε καὶ αἰθέρα ἐν τῷ ἀπείρῳ αἰθέρι ταῦτα δὲ τὰ δόγματα ἐν τοῖς Ὀρφικοῖς φέρεται κοσμοποιοῦσι γὰρ ἕκαστον τῶν ἀστέρων.
13
Ἐπίκουρος οὐδὲν ἀπογινώσκει τούτων, ἐχόμενος τοῦ ἐνδεχομένου.
Περὶ σχημάτων ἀστέρων.
14
οἱ Στωικοὶ σφαιρικοὺς τοὺς ἀστέρας, καθάπερ τὸν κόσμον καὶ ἣλιον καὶ σελήνην.
14
Κλεάνθης κωνοειδεῖς.
14
Ἀναξιμένης ἥλων δίκην καταπεπηγέναι τῷ κρυσταλλοειδεῖ.
14
ἔνιοι δὲ πέταλα εἶναι πύρινα, ὥσπερ ζῳγραφήματα .
Περὶ τάξεως ἀστέρων.
15
Ξενοκράτης κατὰ μιᾶς ἐπιφανείας οἴεται κινεῖσθαι τοὺς ἀστέρας.
15
οἱ δʼ ἄλλοι Στωικοὶ πρὸ τῶν ἑτέρων τοὺς ἑτέρους ἐν ὕψει καὶ βάθει.
15
Δημόκριτος τὰ μὲν ἀπλανῆ πρῶτον, μετὰ δὲ ταῦτα τοὺς πλανήτας, ἐφʼ οἷς ἣλιον φωσφόρον σελήνην.
15
Πλάτων μετὰ τὴν τῶν ἀπλανῶν θέσιν πρῶτον φαίνοντα λεγόμενον τὸν τοῦ Κρόνου δεύτερον φαέθοντα τὸν τοῦ Διός, τρίτον πυρόεντα τὸν τοῦ Ἄρεος, τέταρτον ἑωσφόρον τὸν τῆς Ἀφροδίτης, πέμπτον στίλβοντα τὸν τοῦ Ἑρμοῦ, ἕκτον ἣλιον, ἕβδομον σελήνην.
15
τῶν μαθηματικῶν τινὲς μὲν ὡς Πλάτων, τινὲς δὲ μέσον πάντων τὸν ἣλιον.
15
Ἀναξίμανδρος καὶ Μητρόδωρος ὁ Χῖος καὶ Κράτης ἀνωτάτω μὲν πάντων τὸν ἥλιον τετάχθαι, μετʼ αὐτὸν δὲ τὴν σελήνην, ὑπὸ δʼ αὐτοὺς τὰ ἀπλανῆ τῶν ἄστρων καὶ τοὺς πλανήτας.
Περὶ τῆς τῶν ἀστέρων φορᾶς καὶ κινήσεως.
16
Ἀναξαγόρας Δημόκριτος Κλεάνθης ἀπʼ ἀνατολῶν ἐπὶ δυσμὰς φέρεσθαι πάντας τοὺς ἀστέρας.
16
Ἀλκμαίων καὶ οἱ μαθηματικοὶ τοὺς πλανήτας τοῖς ἀπλανέσιν ἐναντίους ἀπὸ γὰρ δυσμῶν ἐπʼ ἀνατολὰς ἀντιφέρεσθαι.