Thesauros Literature miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Book 1

23 Ἀριστοτέλης, ἐντελέχεια κινητοῦ.
23 Δημόκριτος, ἓν γένος τῆς κινήσεως τὸ κατὰ παλμόν.
23 Ἐπίκουρος, δύο εἴδη τῆς κινήσεως, τὸ κατὰ στάθμην καὶ τὸ κατὰ παρέγκλισιν.
23 Ἡρόφιλος κινήσεως τὴν μὲν λόγῳ θεωρητὴν τὴν δʼ αἰσθητήν.
23 Ἡράκλειτος ἠρεμίαν μὲν καὶ στάσιν ἐκ τῶν ὅλων ἀνῄρει ἔστι γὰρ τοῦτο τῶν νεκρῶν· κίνησιν δʼ ἀίδιον μὲν τοῖς ἀιδίοις φθαρτὴν δὲ τοῖς φθαρτοῖς.

Περὶ γενέσεως καὶ φθορᾶς.

24 Παρμενίδης Μέλισσος Ζήνων ἀνῄρουν γένεσιν καὶ φθορὰν διὰ τὸ νομίζειν τὸ πᾶν ἀκίνητον.
24 Ἐμπεδοκλῆς δὲ καὶ Ἐπίκουρος καὶ πάντες, ὅσοι κατὰ συναθροισμὸν τῶν λεπτομερῶν σωμάτων κοσμοποιοῦσι, συγκρίσεις μὲν καὶ διακρίσεις εἰσάγουσι, γενέσεις δὲ καὶ φθορὰς οὐ κυρίως· οὐ γὰρ κατὰ τὸ ποιὸν ἐξ ἀλλοιώσεως, κατὰ δὲ τὸ ποσὸν ἐκ συναθροισμοῦ ταύτας γίνεσθαι.
24 Πυθαγόρας καὶ πάντες, ὅσοι παθητὴν τὴν ὕλην ὑποτίθενται, κυρίως γένεσιν καὶ φθορὰν γίνεσθαι ἐκ γὰρ ἀλλοιώσεως στοιχείων καὶ τροπῆς καὶ ἀναλύσεως ταῦτα γίνεσθαι.

Περὶ ἀνάγκης.

25 Θαλῆς· ἰσχυρότατον ἀνάγκη, κρατεῖ γὰρ τοῦ παντός.
25 Πυθαγόρας ἀνάγκην ἔφη περικεῖσθαι τῷ κόσμῳ.
25 Παρμενίδης καὶ Δημόκριτος πάντα κατʼ ἀνάγκην τὴν αὐτὴν δʼ εἶναι εἱμαρμένην καὶ δίκην καὶ πρόνοιαν καὶ κοσμοποιόν.

Περὶ οὐσίας ἀνάγκης.

26 Πλάτων τὰ μὲν εἰς πρόνοιαν ἀνάγει τὰ δʼ εἰς ἀνάγκην.
26 Ἐμπεδοκλῆς οὐσίαν ἀνάγκης αἰτίαν χρηστικὴν τῶν ἀρχῶν καὶ τῶν στοιχείων.
26 Δημόκριτος τὴν ἀντιτυπίαν καὶ φορὰν καὶ πληγὴν τῆς ὕλης·
26 Πλάτων ὁτὲ μὲν τὴν ὕλην ὁτὲ δὲ τὴν τοῦ ποιοῦντος πρὸς τὴν ὕλην σχέσιν.

Περὶ εἱμαρμένης

27 Ἡράκλειτος πάντα καθʼ εἱμαρμένην, τὴν δʼ αὐτὴν ὑπάρχειν καὶ ἀνάγκην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme