2
τῇ γοῦν δευτέρᾳ τῶν Κρονίων ἡμέρᾳ ὁ καλὸς Ὀνησικράτης ἐπὶ τὴν ἑστίασιν ἄνδρας μουσικῆς; ἐπιστήμονας παρακεκλήκει· ἦσαν δὲ Σωτήριχος Ἀλεξανδρεὺς καὶ Λυσίας, εἷς τις τῶν σύνταξιν παρʼ αὐτοῦ λαμβανόντων. ἐπεὶ δὲ τὰ νομιζόμενα συντετέλεστο τὸ μὲν αἴτιον τῆς ἀνθρώπου φωνῆς ἔφη ὅ τί πότʼ ἐστιν, ὦ ἑταῖροι, νῦν ἐπιζητεῖν οὐ συμποτικόν· σχολῆς γὰρ νηφαλιωτέρας δεῖται τὸ θεώρημα· ἐπεὶ δʼ ὁρίζονται τὴν φωνὴν οἱ ἄριστοι γραμματικοὶ ἀέρα πεπληγμένον αἰσθητὸν ἀκοῇ, ἐτυγχάνομέν τε χθὲς ἐζητηκότες περὶ γραμματικῆς, ὡς τέχνης ἐπιτηδείου γράμμασι τὰς φωνὰς δημιουργεῖν καὶ ταμιεύειν τῇ ἀναμνήσει, ἴδωμεν τίς μετὰ ταύτην δευτέρα πρέπουσα φωνῇ ἐπιστήμη. οἶμαι δʼ ὅτι μουσική. ὑμνεῖν γὰρ εὐσεβὲς καὶ προηγούμενον ἀνθρώποις τοὺς χαρισαμένους αὐτοῖς μόνοις τὴν ἔναρθρον φωνὴν θεούς· τοῦτο δὲ καὶ Ὅμηρος ἐπεσημήνατο ἐν οἷς λέγει οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο, καλὸν ἀείδοντες παιήονα, κοῦροι Ἀχαιῶν, μέλποντες Ἑκάεργον· ὁ δὲ φρένα τέρπετʼ ἀκούων. ἄγε δή, ὦ μουσικῆς θιασῶται, τίς πρῶτος ἐχρήσατο μουσικῇ, ἀναμνήσατε τοὺς ἑταίρους, καὶ τί εὗρε πρὸς αὔξησιν ταύτης ὁ χρόνος καί τίνες εὐδόκιμοι γεγόνασι τῶν τὴν μουσικὴν ἐπιστήμην μεταχειρισαμένων ἀλλὰ μὴν καὶ εἰς πόσα καὶ εἰς τίνα χρήσιμον τὸ ἐπιτήδευμα. ταῦτα μὲν εἶπεν ὁ διδάσκαλος.