Book 9
74
ἔτνους δὲ κυαμίνου μνημονεύει Ἡνίοχος ὁ κωμικὸς ἐν Τροχίλῳ λέγων οὕτως· πρὸς ἐμαυτὸν ἐνθυμούμενος, νὴ τοὺς θεούς, ὅσῳ διαφέρει σῦκα καρδάμων, σὺ δὲ Παύσωνι φὴς τὸ δεῖνα προσλελαληκέναι; β. καὶ πρᾶγμά γ’ ἠρώτα με δυστράπελον πάνυ, ἔχον δὲ πολλὰς φροντίδων διεξόδους. α. λέγ’ αὐτό· καὶ γὰρ οὐκ ἀγέλοιὸν ἐστ’ ἴσως. β. ἔτνος κυάμινον διότι τὴν μὲν γαστέρα φυσᾷ, τὸ δὲ πῦρ οὔ. α. χάριεν οἷς γινώσκεται τὸ πρᾶγμα τοῦ Παύσωνος. ὡς δ’ ἀεί ποτε περί τοὺς κυάμους ἔσθ’ οὗτος ὁ σοφιστὴς γέλως. τοιούτων οὖν