Book 9
31
καὶ μαγείρων μὲν ἅλις, ἄνδρες δαιταλεῖς, μὴ καί τις αὐτῶν τὰ ἐκ Δυσκόλου Μενάνδρου βρενθυόμενος λαρυγγίσῃ τάδε (IV 108 M)· οὐδὲ εἷς μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν· ἱεροπρεπής πώς ἐστιν ἡμῶν ἡ τέχνη. ἐγὼ δ’ ὑμῖν, κατὰ τὸν ἥδιστον Δίφιλον (II 570 K), παρατίθημ’ ὁλοσχερῆ ἄρν’ ἐς μέσον σύμπτυκτον, ὠνθυλευμένον, χοιρίδια περιφόρινα κρομβώσας ὅλα, δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.