Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 8

34 Ἡδύλος δ’ ἐν ἐπιγράμμασιν ὀψοφάγους καταλέγων Φαίδωνος μὲν τινος ἐν τούτοις μέμνηται· Φαίδων δὲ φύσκι’ ἐνείκαι χορδὰς θ’ ὁ ψάλτης· ἐστὶ γὰρ ὀψοφάγος. Ἄγιδος δ’ ἐν τούτοις· ἑφθὸς ὁ κάλλιχθυς· νῦν ἔμβαλε τὴν βαλανάγραν, ἔλθῃ μὴ Πρωτεὺς Ἆγις ὁ τῶν λοπάδων· γίνεθ’ ὕδωρ καὶ πῦρ καὶ ὃ βούλεται, ἀλλ’ ἀπόκλειε ἥξει γὰρ τοιαῦτα μεταπλασθεὶς τυχὸν ὡς Ζεὺς χρυσορόης ἐπὶ τήνδ’ Ἀκρισίου λοπάδα. καὶ γυναῖκα δέ τινα Κλειὼ ἐπὶ τοῖς ὁμοίοις σκώπτων φησίν· ὀψοφάγει, Κλειοῖ· καταμύομεν· ἢν δὲ θελήσῃς, ἔσθε μόνη. δραχμῆς ἐστιν ὁ γόγγρος ἅπας. θὲς μόνον ἢ ζώνην ἢ ἐνώτιον ἤ τι τοιοῦτον σύσσημον. τὸ δ’ ὁρᾶν μαινομένου λέγομεν. ἡμετέρη σὺ Μέδουσα· λιθούμεθα πάντες ἀπλάτου οὐ Γοργοῦς, γόγγρου δ’ οἱ μέλεοι λοπάδι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme