Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 8

31 Δημοσθένης δ’ ὁ ῥήτωρ Φιλοκράτην, ἐπειδὴ ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἠγόραζεν, εἰς ἀσέλγειαν καὶ ὀψοφαγίαν λοιδορεῖ. Διοκλῆς δὲ ὁ ὀψοφάγος, ὥς φησιν Ἡγήσανδρος, πυθομένου τινὸς αὐτοῦ πότερος χρηστότερος ἰχθύς, γόγγρος ἢ λάβραξ, ᾽ὁ μὲν ἑφθός, ᾽ ἔφη, ὁ δὲ ὀπτός ὀψοφάγος δ’ ἦν καὶ Λεοντεὺς ὁ Ἀργεῖος τραγῳδός, Ἀθηνίωνος μὲν μαθητής, οἰκέτης δὲ γενόμενος Ἰόβα τοῦ Μαυρουσίων βασιλέως, ὥς φησιν Ἀμάραντος ἐν τοῖς περὶ σκηνῆς, γεγραφέναι φάσκων εἰς αὐτὸν τόδε τὸ ἐπίγραμμα τὸν Ἰόβαν, ὅτε κακῶς τὴν Ὑψιπύλην ὑπεκρίνατο μή με Λεοντῆος τραγικοῦ κιναρηφάγου ηχος λεύσσων Ὑψιπύλης ἐς κακὸν ἦτορ ὅρα. ἤμην γάρ ποτ’ ἐγὼ Βάκχῳ φίλος, οὐδὲ τιν’ ὧδε γῆρυν χρυσολόβοις οὔασιν ἠγάσατο. νῦν δέ με χυτρόποδες, κέραμοι καὶ ξηρὰ τάγηνα χήρωσαν φωνῆς, γαστρὶ χαριζόμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme