Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 8

28 Τίμαιος δ’ ὁ Ταυρομενίτης καὶ Ἀριστοτέλη τὸν φιλόσοφον ὀψοφάγον φησὶ γεγονέναι. καὶ Μάτων δ’ ὁ σοφιστὴς ὀψοφάγος ἦν· δηλοῖ δὲ τοῦτο Ἀντιφάνης ἐν Κιθαρῳδῷ, οὗ ἡ ἀρχὴ ᾽ οὐ ψεῦδος οὐδέν φησιν ὀφθαλμὸν ὤρυττέν τις ὥσπερ ἰχθύος μάτων προσελθών. Ἀναξίλας δ’ ἐν Μονοτρόπῳ· τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων ἐγὼ δ’ ἀπόλλυμαι. ὑπερβολὴ γαστριμαργίας τὸ καὶ ἁρπάζειν ἐσθίοντα καὶ ταῦτα κρανίον κεστρέως, εἰ μὴ ἄρα οἱ περὶ ταῦτα δεινοὶ ἴσασιν ἐνόν τι χρήσιμον ἐν κεστρέως κρανίῳ, ὅπερ ἐστὶ τῆς Ἀρχεστράτου λιχνείας ἐμφανίσαι ἡμῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme