Book 7
119
καὶ Συναγρίς . καὶ τούτων Ἐπίχαρμος μέμνηται· συναγρίδας μαζούς τε συνόδοντάς τ’ ἐρυθροποικίλους. Νουμήνιος Ἁλιευτικῷ διὰ τοῦ υ λέγων φησὶν ἢ λευκὴν συνόδοντα βόηκάς τε τρικκούς τε. καὶ πάλιν τοῖσί κε θηρήσαιο φαγεῖν λελιημένος ἰχθὺν ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον. σινόδοντα δὲ αὐτὸν λέγει διὰ τοῦ ι Δωρίων, ἔτι δὲ Ἀρχέστρατος ἐν τούτοις· αὐτὰρ τὸν σινόδοντα μόνον ζήτει παχὺν εἶναι· ἐκ πορθμοῦ δὲ λαβεῖν πειρῶ καὶ τοῦτον, ἑταῖρε. ταὐτὰ δὲ ταῦτα κυρῶ φράζων καὶ πρὸς σέ, Κλέαινε. Ἀντιφάνης δ’ ἐν Ἀρχεστράτῃ· τίς δ’ ἐγχέλειον ἂν φάγοι ἢ κρανίον σινόδοντος;
120
σαῦρος. τούτου μνημονεύει Ἄλεξις ἐν Λεύκῃ· μάγειρος δ’ ἐστὶν ὁ λέγων ἐπίστασαι τὸν σαῦρον ὡς δεῖ σκευάσαι; β. ἀλλ’ ἂν διδάσκῃς. α. ἐξελὼν τὰ βράγχια, πλύνας, περικόψας τὰς ἀκάνθας τὰς κύκλῳ παράσχισον χρηστῶς διαπτύξας θ’ ὅλον τῷ σιλφίῳ μάστιξον εὖ τε καὶ καλῶς τυρῷ τε σάξον ἁλσὶ τ’ ἠδ’ ὀριγάνῳ. Ἔφιππος δ’ ἐν Κύδωνι πολλῶν καὶ ἄλλων ἰχθύων κατάλογον ποιούμενος καὶ τοῦ σαύρου μνημονεύει διὰ τούτων θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου, κεφάλου, πέρκης, σαῦρος, φυκίς, βρίγκος, τρίγλη, κόκκυξ, φάγρος, μύλλος, λεβίας, σπάρος, αἰολίας, θρᾷττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, σηπία, ὀρφώς, κωβιός, ἀφύαι, βελόναι, κεστρεῖς. Μνησίμαχος δ’ ἐν Ἱπποτρόφῳ τῶν καρχαριῶν νάρκη, βάτραχος, πέρκη, σαῦρος, τριχίας, φυκίς, βρίγκος, τρίγλη, κόκκυξ. σκεπινός. τούτου μνημονεύων Δωρίων ἐν τῷ περὶ ἰχθύων καλεῖσθαί φησιν αὐτὸν ἀτταγεινόν.