Book 7
105
δὲ ναυτίλος καλούμενος, φησὶν Ἀριστοτέλης, πολύπους μὲν οὔκ ἐστιν, ἐμφερὴς δὲ κατὰ τὰς πλεκτάνας. ἔχει δὲ τὸ νῶτον ὀστρακόδερμον. ἀναδύνει δὲ ἐκ τοῦ βυθοῦ ἐφ’ ἑαυτὸν ἔχων τὸ ὄστρακον, ἵνα μὴ τὴν θάλατταν ἕλκῃ· ἐπαναστραφεὶς δ’ ἐπιπλεῖ ἄνω ποιήσας δύο τῶν πλεκτανῶν, αἳ μεταξὺ αὑτῶν λεπτὸν ὑμένα ἔχουσιν διαπεφυκότα, ὡς καὶ τῶν ὀρνίθων οἱ πόδες ὁρῶνται μεταξὺ τῶν δακτύλων δερμάτινον ὑμένα ἔχοντες· ἄλλας δὲ δύο πλεκτάνας καθίησιν εἰς τὴν θάλασσαν ἀντὶ πηδαλίων, ὅταν δέ τι προσιὸν ἴδῃ, δείσας συστέλλει τοὺς πόδας καὶ πληρώσας αὑτὸν τῆς θαλάσσης κατὰ βυθοῦ ὡς τάχος χωρεῖ. ἐν δὲ τῷ περὶ ζωικῶν καὶ ἰχθύων πολύπους, φησί, τις ὁ μὲν τρεψίχρως, ὁ δὲ ναυτίλος.