Book 7
98
Ὄρκυνος . Δωρίων ἐν τῷ περὶ ἰχθύων τοὺς ὀρκύνους ἐκ τῆς περὶ ʽ Ἡρακλέους στήλας θαλάσσης περαιουμένους εἰς τὴν καθ’ ἡμᾶς ἔρχεσθαι θάλασσαν διὸ καὶ πλείστους ἁλίσκεσθαι ἐν τῷ Ἰβηρικῷ καὶ Τυρρηνικῷ πελάγει· κἀντεῦθεν κατὰ τὴν ἄλλην θάλασσαν διασκίδνασθαι. Ἱκέσιος δὲ τοὺς μὲν ἐν Γαδείροις ἁλισκομένους πιμελεστέρους εἶναι, μετὰ δὲ τούτους τοὺς ἐν Σικελίᾳ. τοὺς δὲ πόρρω ʽ Ἡρακλείων στηλῶν ἀλιπεῖς διὰ τὸ πλείονα τόπον ἐκνενῆχθαι. ἐν Γαδείροις μὲν οὖν τὰ κλειδία καθ’ αὑτὰ ταριχεύεται, ὡς καὶ τῶν ἀντακαίων αἱ γνάθοι καὶ οὐρανίσκοι καὶ οἱ λεγόμενοι μελανδρύαι ἐξ αὐτῶν ταριχεύονται. Ἱκέσιος δέ φησι τὰ ὑπογάστρια αὐτῶν λιπαρὰ ὑπάρχοντα τῇ εὐστομίᾳ πολὺ διαλλάσσειν τῶν ἄλλων μερῶν, τὰ δὲ κλειδία εὐστομώτερα εἶναι τούτων.