Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

96 ξιφίας , τοῦτον Ἀριστοτέλης φησὶν ἔχειν τοῦ ῥύγχους τὸ μὲν ὑποκάτω μικρόν, τὸ δὲ καθύπερθεν ὀστῶδες μέγα, ἴσον τῷ ὅλῳ αὐτοῦ μεγέθει· τοῦτο δὲ καλεῖσθαι ξίφος· ὀδόντας δ’ οὐκ ἔχειν τὸν ἰχθύν. Ἀρχέστρατος δέ φησιν ἀλλὰ λαβὲ ξιφίου τέμαχος Βυζάντιον ἐλθὼν οὐραίου γ’ αὐτὸν τὸν σφόνδυλον. ἐστὶ δὲ κεδνὸς κἀν πορθμῷ πρὸς ἄκραισι Πελωριάδος προβολαῖσι. τίς οὕτως τακτικὸς ἀκριβὴς ἢ τίς οὕτως κριτὴς ὄψων ὡς ὁ ἐκ Γέλας, μᾶλλον δὲ Καταγέλας οὗτος ποιητής; ὃς ἀκριβῶς οὕτως διὰ λιχνείαν καὶ τὸν πορθμὸν διέπλευσε καὶ τῶν μερῶν ἑκάστου τῶν ἰχθύων τὰς ποιότητας καὶ τοὺς χυμοὺς διὰ τὴν λιχνείαν ἐξήτασεν, ὥς τινα πραγματείαν βιωφελῆ καταβαλλόμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme