Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

84 κόκκυγες. Ἐπίχαρμος· κἀγλαοὶ κόκκυγες, οὓς παρσχίζομες πάντας, ὀπτᾶντες δὲ χἀδύναντες αὐτοὺς χναύομες. καὶ Δωρίων δέ φησι δεῖν αὐτοὺς ὀπτᾶν παρασχίσαντας κατὰ ῥάχιν καὶ παρηδύνειν χλόῃ, τυρῷ, σιλφίῳ, ἁλί, ἐλαίῳ· στρέφοντα δὲ ἀλείφειν καὶ ὑποπάσσειν ἁλὶ ὀλίγῳ, ἀφελόντα δὲ ὄξει ῥᾶναι. ἐρυθρὸν δ’ αὐτὸν καλεῖ ἀπὸ τοῦ συμβεβηκότος Νουμήνιος οὕτως · ἄλλοτ’ ἐρυθρὸν κόκκυγ’ ἢ ὀλίγας πεμφηρίδας, ἄλλοτε σαῦρον,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme