Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

7 ὁ δὲ ὀψοδαίδαλος Ἀρχέστρατος ἐν τῇ Γαστρολογίᾳ οὕτως γὰρ ἐπιγράφεσθαί φησι Λυκόφρων ἐν τοῖς περὶ κωμῳδίας ὡς τὴν Κλεοστράτου τοῦ Τενεδίου Ἀστρολογίαν’ περὶ τῆς ἀμίας φησὶν οὕτως τὴν δ’ ἀμίαν φθινοπώρου, ὅταν πλειὰς καταδύνῃ, πάντα τρόπον σκεύαζε, τί σοι τάδε μυθολογεύω; οὐ γὰρ μὴ σὺ διαφθείρῃς οὐδ’ ἂν ἐπιθυμῇς. εἰ δ’ ἐθέλεις καὶ τοῦτο δαήμεναι, ὦ φίλε Μόσχε, ὅντινα χρή σε τρόπον κείνην διαθεῖναι ἄριστα, ἐν συκῆς φύλλοις καὶ ὀριγάνῳ οὐ μάλα πολλῇ· μὴ τυρόν, μὴ λῆρον· ἁπλῶς δ’ οὕτως θεραπεύσας ἐν συκῆς φύλλοις σχοίνῳ κατάδησον ἄνωθεν, εἶθ’ ὑπὸ θερμὴν ὦσον ἔσω σποδόν, ἐν φρεσὶ καιρὸν γιγνώσκων ὁπότ’ ἔστ’ ὀπτή, καὶ μὴ κατακαύσῃς. ἔστω δ’ αὕτη σοι Βυζαντίου ἐξ ἐρατεινοῦ, εἴπερ ἔχειν ἀγαθὴν ἐθέλεις, κἂν ἐγγὺς ἁλῷ που τοῦδε τόπου, κεδνὴν λήψει· τηλοῦ δὲ θαλάσσης Ἑλλησποντιάδος χείρων, κἂν κλεινόν· ἀμείψῃς Αἰγαίου πελάγους ἔναλον πόρον, οὐκ ἔθ’ ὁμοία γίγνεται, ἀλλὰ καταισχύνει τὸν πρόσθεν ἔπαινον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme