Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

78 καλοῦνται δὲ οἱ κεστρεῖς ὑπό τινων πλῶτες, ὥς φησι Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ ποταμῶν (fr. 82 Pr). καὶ Ἐπίχαρμος δ’ ἐν Μούσαις οὕτως αὐτοὺς ὀνομάζει (p. 239 L)· αἰολίαι πλῶτές τε κυνόγλωσσοί τ᾽, ἐνῆν δὲ σκιαθίδες. Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῴων ἠθῶν καὶ βίων φησίν (p. 610 b 14), ὅτι ζῶσιν οἱ κεστρεῖς κἂν ἀφαιρεθῶσι τὰς κέρκους. ἀπεσθίεται δ᾽ ὁ μὲν κεστρεὺς ὑπὸ λάβρακος, ὁ δὲ γόγγρος ὑπὸ μυραίνης. ἡ δὲ λεγομένη παροιμία ‘κεστρεὺς νηστεύει’ ἐπὶ τῶν δικαιοπραγούντων ἀκούεται, ἐπειδὴ οὐ σαρκοφαγεῖ ὁ κεστρεύς. Ἀναξίλας ἐν Μονοτρόπῳ Μάτωνα τὸν σοφιστὴν ἐπὶ γαστριμαργίᾳ διαβάλλων φησί (II 269 K)· τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων· ἐγὼ δ’ ἀπόλλυμαι. ὁ δὲ καλὸς Ἀρχέστρατός φησι (fr. 25 R)· κεστρέα δ’ Αἰγίνης ἐξ ἀμφιρύτης ἀγόραζε, ἀνδράσι τ’ ἀστείοισιν ὁμιλήσεις. Διοκλῆς Θαλάττῃ (I 767 K)· ἅλλεται δ’ ὑφ’ ἡδονῆς κεστρεύς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme