Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

78 καλοῦνται δὲ οἱ κεστρεῖς ὑπό τινων πλῶτες, ὥς φησι Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ ποταμῶν, καὶ Ἐπίχαρμος δ’ ἐν Μούσαις οὕτως αὐτοὺς ὀνομάζει· αἰολίαι πλῶτές τε κυνόγλωσσοὶ τ᾽, ἐνῆν δὲ σκιαθίδες. ι Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῴων ἠθῶν καὶ βίων φησὶν ὅτι ζῶσιν οἱ κεστρεῖς κἂν ἀφαιρεθῶσι τὰς κέρκους, ἀπεσθίεται δ’ ὁ μὲν κεστρεὺς ὑπὸ λάβρακος, ὁ δὲ γόγγρος ὑπὸ μυραίνης. ἡ δὲ λεγομένη παροιμία κεστρεὺς νηστεύει ἐπὶ τῶν δικαιοπραγούντων ἀκούεται, ἐπειδὴ οὐ σαρκοφαγεῖ ὁ κεστρεύς. Ἀναξίλας ἐν Μονοτρόπῳ Μάτωνα τὸν σοφιστὴν ἐπὶ γαστριμαργίᾳ διαβάλλων φησί· τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων ἐγὼ δ’ ἀπόλλυμαι. ὁ δὲ καλὸς Ἀρχέστρατός φησι· κεστρέα δ’ Αἰγίνης ἐξ ἀμφιρύτης ἀγόραζε, ἀνδράσι τ’ ἀστείοισιν ὁμιλήσεις. Διοκλῆς Θαλάττῃ· ἅλλεται δ’ ὑφ’ ἡδονῆς κεστρεύς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme