Book 7
70
ΙΟΥΛΙΔΕΣ. περὶ τούτων Δωρίων ἐν τῷ περὶ ἰχθύων φησίν· ‘ἰουλίδας ἕψειν μὲν ἐν ἅλμῃ, ὀπτᾶν δ’ ἐπὶ τηγάνου.’ Νουμήνιος δέ (fr. 5 B)· κεῖνο δὲ δὴ σκέπτοιο, τό κεν καὶ ἰουλίδα μάργον πολλὸν ἀποτροπόῳτο καὶ ἰοβόλον σκολόπενδραν. ἰούλους δ’ ὁ αὐτὸς ὀνομάζει τὰ ἔντερα τῆς γῆς διὰ τούτων (fr. 1 B)· καὶ δὲ σύ γε μνήσαιο δελείατος, ὅττι παρ’ ἄκρα δήεις αἰγιαλοῖο γεώλοφα· οἳ μὲν ἴουλοι κέκληνται, μέλανες, γαιηφάγοι, ἔντερα γαίης. ἠὲ καὶ ἑρπήλας δολιχήποδας, ὁππότε πέτραι ἀμμώδεις κλύζωνται ἐπ’ ἄκρῃ κύματος ἀγῇ, ἔνθεν ὀρύξασθαι θέμεναί τ’ εἰς ἄγγος ἀολλεῖς.