Book 7
68
ΙΠΠΟΥΡΟΙ. Ἀριστοτέλης ἐν δευτέρῳ ζῴων μορίων (p. 543 a 22) τοὺς ἱππούρους φησὶν ᾠὰ τίκτειν, καὶ ταῦτα ἐξ ἐλαχίστων μέγιστα γίνεσθαι, ὡς καὶ τὰ τῆς σμυραίνης· τίκτειν δὲ ἔαρος. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων κορύφαιναν καλεῖσθαί φησι τὸν ἵππουρον. Ἱκέσιος δ’ ἱππουρεῖς αὐτοὺς προσαγορεύει. μνημονεύει δ’ αὐτῶν Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 234 L)· κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε καὶ χρυσόφρυες. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ τὴν φύσιν τοῦ ἰχθύος διηγούμενος συνεχές φησιν αὐτὸν ἐξάλλεσθαι, διὸ καὶ ἀρνευτὴν ὀνομάζεσθαι. λέγει δὲ οὕτω περὶ αὐτοῦ (fr. 6 Birt)· ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον. Ἀρχέστρατος δέ φησιν (fr. 22 R)· ἵππουρος δὲ Καρύστιός ἐστιν ἄριστος· ἄλλως τ’ εὔοψον σφόδρα χωρίον ἐστὶ Κάρυστος. Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικοῖς κορύφαιναν αὐτόν φησιν ὀνομάζεσθαι.
69
ΙΠΠΟΙ. μήποτε τούτους ἱππίδια καλεῖ Ἐπίχαρμος ὅταν λέγῃ (p. 240 L)· κορακῖνοι δὲ κοριοειδέες, πίονες χἰππίδια λεῖα, ψύχει ἁπαλακουρίδες. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 10 Birt)· ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην χάννους τ’ ἐγχέλυάς τε καὶ ἐννυχίην πίτυνον, ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν. μνηονεύει αὐτοῦ καὶ Ἀντίμαχος ὁ Κολοφώνιος ἐν τῇ Θηβαίδι λέγων οὕτως (fr. K)· ἢ ὕκην ἢ ἵππον ἢ ὃν κίχλην καλέουσιν.