Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

6 παρατεθεισῶν οὖν ΑΜΙΩΝ ἔφη τις· ‘ταύτας Ἀριστοτέλης ἱστορεῖ (p. 301 R) τὰ μὲν βράγχια ἔχειν καλυπτά, εἶναι δὲ καρχαρόδοντας καὶ τῶν συναγελαζομένων καὶ σαρκοφάγων χολήν τε ἔχειν ἰσομήκη τῷ ἐντέρῳ καὶ σπλῆνα ὁμοίως. λέγεται δὲ ὡς θηρευθεῖσαι προσανάλλονται καὶ ἀποτρώγουσαι τὴν ὁρμιὰν ἐκφεύγουσιν. μνημονεύει δ’ αὐτῶν Ἄρχιππος ἐν Ἰχθύσι (I 683 K) λέγων οὕτως· ὅτε δ’ ἦσθες | ἀμίας παχείας. καὶ Ἐπίχαρμος δ’ ἐν Σειρῆσιν (p. 251 L)· πρωὶ μέν γ’ ἀτενὲς ἀπ’ ἀοῦς ἀφύας ἀπεπυρίζομες στρογγύλας καὶ δελφακίνας ὀπτὰ κρέα καὶ πωλύπους, καὶ γλυκύν γ’ ἐπ’ ὦν ἐπίομες οἶνον. Β. οἰβοιβοῖ τάλας. Α. περὶ σᾶμά με καλοῦσα κατίσκα λέγοι. Β. φοῦ τῶν κακῶν. Α. ὃ καὶ παρὰ τρίγλα τε μία παχῆα κἀμίαι δύο διατετμαμέναι μέσαι φάσσαι τε τοσσαῦται παρῆς σκορπίοι τε. Ἀριστοτέλης δὲ (p. 301 R) παρετυμολογῶν αὐτῆς τοὔνομά φησιν ὠνομάσθαι παρὰ τὸ ἅμα ἰέναι ταῖς παραπλησίαις· ἐστὶ γὰρ συναγελαστική. Ἱκέσιος δ᾽ ἐν τοῖς περὶ ὕλης εὐχύλους μὲν αὐτὰς εἶναι καὶ ἁπαλάς, πρὸς δὲ τὰς ἐκκρίσεις μέσας, ἧσσον δὲ τροφίμους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme