Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

35 καὶ Θεμίσων δὲ ὁ Κύπριος, τὰ Ἀντιόχου τοῦ βασιλέως παιδικά, ὥς φησι Πύθερμος ὁ Ἐφέσιος ἐν τῇ ὀγδόῃ τῶν ἱστοριῶν, οὐ μόνον ἐν ταῖς πανηγύρεσιν ἀνεκηρύττετο Θεμίσων Μακεδών, Ἀντιόχου βασιλέως Ἡρακλῆς· ἔθυον δὲ καὶ αὐτῷ πάντες οἱ ἐγχώριοι ἐπιλέγοντες Ἡρακλεῖ Θεμίσωνι, καὶ παρῆν αὐτὸς ὁπότε τις τῶν ἐνδόξων θύοι καὶ ἀνέκειτο στρωμνὴν καθ’ αὑτὸν ἔχων ἠμφιεσμένος λεοντῆν ἐφόρει δὲ καὶ τόξα Σκυθικὰ καὶ ῥόπαλον ἐκράτει. ὁ δ’ οὖν Μενεκράτης τοιοῦτος ὢν ὁποῖος εἴρηται οὐδὲν παραπλήσιόν ποτε ἐξωγκώσατο οἷον ὁ προειρημένος μάγειρος· ἀθανασίαν ηὕρηκα τοὺς ἤδη νεκρούς, ὅταν μόνον ὀσφρανθῶσι, ποιῶ ζῆν πάλιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme