Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

2 θαυμασάντων δὲ πάντων τὸ εὐπαίδευτον τοῦ Κυνούλκου ὁ Πλούταρχος κατὰ τὸ ὅμοιον, ἔφη, καὶ ἐν Ἀλεξανδρείᾳ τῇ ἐμῇ Λαγυνοφόρια ἑορτή τις ἤγετο, περὶ ἧς ἱστορεῖ Ἐρατοσθένης ἐν τῷ ἐπιγραφομένῳ συγγράμματι Ἀρσινόη, λέγει δὲ οὕτως τοῦ Πτολεμαίου κτίζοντος ἑορτῶν καὶ θυσιῶν παντοδαπῶν γένη καὶ μάλιστα περὶ τὸν Διόνυσον, ἠρώτησεν Ἀρσινόη τὸν φέροντα τοὺς θαλλοὺς τίνα νῦν ἡμέραν ἄγει καὶ τίς ἐστὶν ἑορτή, τοῦ δ’ εἰπόντος καλεῖται μὲν Λαγυνοφόρια, καὶ τὰ κομισθέντα αὑτοῖς δειπνοῦσι κατακλιθέντες ἐπὶ στιβάδων καὶ ἐξ ἰδίας ἕκαστος λαγύνου παρ’ αὑτῶν φέροντες πίνουσιν. ὡς δ᾽ οὗτος ἀπεχώρησεν, ἐμβλέψασα πρὸς ἡμᾶς συνοίκιά γ᾽, ἔφη, ταῦτα ῥυπαρά. ἀνάγκη γὰρ τὴν σύνοδον γίνεσθαι παμμιγοῦς ὄχλου, θοίνην ἕωλον καὶ οὐδαμῶς εὐπρεπῆ παρατιθεμένων. εἰ δὲ τὸ γένος τῆς ἑορτῆς ἤρεσκεν, οὐκ ἂν ἐκοπίασε δήπου τὰ αὐτὰ ταῦτα παρασκευάζουσα ἡ βασίλεια καθάπερ ἐν τοῖς Χουσὶν εὐωχοῦνται μὲν γὰρ κατ᾽ ἰδίαν, παρέχει δὲ ταῦτα ὁ καλέσας ἐπὶ τὴν ἑστίασιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme