Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

132 ΥΚΑΙ. καὶ τὸν ὕκην Καλλίμαχος ἐν ἐπιγράμμασιν ἱερὸν ἰχθὺν καλεῖ διὰ τούτων (fr. 72 Sch)· θεὸς δέ οἱ ἱερὸς ὕκης. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 16 B)· ἢ σπάρον ἢ ὕκας ἀγεληίδας ἢ ἐπὶ φάγρον πέτρῃ ἀλωόμενον. Τίμαιος δ’ ἐν τῇ ιγʹ τῶν ἱστοριῶν (FHG I 220) περὶ τοῦ Σικελικοῦ πολιχνίου (λέγω δὲ τῶν Ὑκάρων) διαλεγόμενος προσαγορευθῆναί φησι τὸ πολίχνιον διὰ τὸ τοὺς πρώτους τῶν ἀνθρώπων ἐλθόντας ἐπὶ τὸν τόπον ἰχθῦς εὑρεῖν τοὺς καλουμένους ὕκας καὶ τούτους ἐγκύους· δι’ οὓς οἰωνισαμένους Ὕκαρον ὀνομάσαι τὸ χωρίον. Ζηνόδοτος δέ φησι Κυρηναίους τὸν ὕκην ἐρυθρῖνον καλεῖν. Ἕρμιππος δὲ ὁ Σμυρναῖος ἐν τοῖς περὶ Ἱππώνακτος (FHG III 52) ὕκην ἀκούει τὴν ἰουλίδα· εἶναι δ’ αὐτὴν δυσθήρατον. διὸ καὶ Φιλητᾶν φάναι (fr. 17 Bgk)· οὐδ’ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme