Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

131 ΥΕΣ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 234 L)· ἦν δ’ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς. λέγει δέ τινας καὶ ὕας διὰ τούτων (p. 237 L)· χαλκίδες θ’ ὕες τε ἱέρακές τε χὠ πίων κύων, εἰ μὴ ἄρα οὗτοι οἱ αὐτοί εἰσι τῷ κάπρῳ. Νουμήνιος δ’ ἐν τῷ Ἁλιευτικῷ ἄντικρυς ὕαινάν τινα καταριθμεῖται ἐν τούτοις (fr. 13 B)· κανθαρίδα προφανεῖσαν ὕαινάν τε τρίγλην τε. καὶ Διονύσιος δ’ ἐν Ὀψαρτυτικῷ τῆς ὑαίνης μνημονεύει. Ἀρχέστρατος δ’ ὁ ὀψοδαίδαλος (fr. 44 R)· ἐν δ’ Αἴνῳ καὶ τῷ Πόντῳ τὴν ὗν ἀγόραζε, ἣν καλέουσί τινες θνητῶν ψαμμῖτιν ὀρυκτήν. τούτου τὴν κεφαλὴν ἕψειν μηδὲν προσενεγκὼν ἥδυσμ᾽, ἀλλ’ ἐς ὕδωρ μόνον ἐνθεὶς καὶ θαμὰ κινῶν ὕσσωπον παράθες τρίψας, κἂν ἄλλο τι χρῄζῃς, δριμὺ διεὶς ὄξος· κᾆτ’ ἔμβαπτ’ εὖ καὶ ἐπείγου οὕτως ὡς πνίγεσθαι ὑπὸ σπουδῆς καταπίνων. τὴν λοφιὰν δ’ ὀπτᾶν αὐτῆς καὶ τἄλλα τὰ πλεῖστα. μήποτ’ οὖν καὶ ὁ Νουμήνιος ἐν τῷ Ἁλιευτικῷ τὴν ὗν ψαμαθῖδα καλεῖ ἐπὰν λέγῃ (fr. 11 B)· ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme