Book 7
129
τράχουροι. τούτων ὡς ξηροτέρων μέμνηται Διοκλῆς. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ φησιν ἀλκύονας κίγκλους τε καὶ ἀπλοΐῃ τράχουρον. ταυλωπίας. περὶ τούτου Ἀρχέστρατος ἱστορεῖ· καὶ νεαροῦ μεγάλου τ’ αὐλωπία ἐν θέρει ὠνοῦ κρανί’ ὅταν Φαέθων πυμάτην ἁψῖδα διφρεύῃ· καὶ παράθες θερμὸν ταχέως καὶ τρίμμα μετ’ αὐτοῦ. ὄπτα δ’ ἀμφ’ ὀβελίσκον ἑλὼν ὑπογάστριον αὐτοῦ.