Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

119 ΣΥΝΟΔΟΝΤΕΣ καὶ ΣΥΝΑΓΡΙΣ. καὶ τούτων Ἐπίχαρμος μέμνηται (p. 283 L)· συναγρίδας μαζούς τε συνόδοντάς τ᾽ ἐρυθροποικίλους. Νουμήνιος Ἁλιευτικῷ διὰ τοῦ ῡ λέγων φησίν (fr. 9 B)· ἢ λευκὴν συνόδοντα βόηκάς τε τρικκούς τε. καὶ πάλιν· τοῖσί κε θηρήσαιο φαγεῖν λελιημένος ἰχθὺν ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον. σινόδοντα δὲ αὐτὸν λέγει διὰ τοῦ ῑ Δωρίων, ἔτι δὲ Ἀρχέστρατος ἐν τούτοις (fr. 40 R)· ἀτὰρ σινόδοντα μὲν ὃν ζήτει παχὺν εἶναι· ἐκ πορθμοῦ δὲ λαβεῖν πειρῶ καὶ τοῦτον, ἑταῖρε. ταὐτὰ δὲ ταῦτα κυρῶ φράζων καὶ πρὸς σέ, Κλέαινε· Ἀντιφάνης δ’ ἐν Ἀρχιστράτῃ (II 28 K)· τίς δ’ ἐγχέλειον ἂν φάγοι ἢ κρανίον σινόδοντος;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme