Book 7
121
σκίαινα. Ἐπίχαρμος Ἥβας γάμῳ· αἰολίαι πλῶτές τε κυνόγλωσσοὶ τ᾽, ἐνῆν δὲ σκιαθίδες. Νουμήνιος δὲ σκιαδέα αὐτὸν καλεῖ ἐν τούτοις· τοῖσί κε θηρήσαιο λαβεῖν λελιημένος ἰχθὺν ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον ἠὲ φάγρον λοφίην, ὁτὲ δ’ ἀγρόμενον σκιαδῆα. συαγρίδες. τούτων μνημονεύει Ἐπίχαρμος ἐν Ἥβας γάμῳ καὶ ἐν Γᾷ καὶ Θαλάσσᾳ.
122
Σφύραιναι . ταύτας φησὶν Ἱκέσιος τροφιμωτέρας εἶναι τῶν γόγγρων, ἀπειθεῖς δὲ τὴν γεῦσιν καὶ ἀστόμους, εὐχυλίᾳ δὲ μέσους. ὁ δὲ Δωρίων σφύραιναν, φησίν, ἣν καλοῦσι κέστραν. Ἐπίχαρμος δ’ ἐν Μούσαις κέστραν ὀνομάσας οὐκ ἔτι σφυραίνας ὀνομάζει ὡς ταὐτὸν οὔσας χαλκίδας τε καὶ κύνας κέστρας τε πέρκας τ’ αἰόλας. καὶ Σώφρων ἐν ἀνδρείοις κέστραι βότιν κάπτουσαι. Σπεύσιππος δὲ ἐν δευτέρῳ Ὁμοίων ὡς παραπλήσια ἐκτίθεται κέστραν, βελόνην, σαυρίδα. καὶ οἱ Ἀττικοὶ δὲ ὡς ἐπὶ τὸ πολὺ τὴν σφύραιναν καλοῦσι κέστραν, σπανίως δὲ τῷ τῆς σφυραίνης ὀνόματι ἐχρήσαντο. Στράττις γοῦν ἐν Μακεδόσιν ἐρομένου τινὸς Ἀττικοῦ ὡς ἀγνοοῦντος τὸ ὄνομα καὶ λέγοντος · ἡ σφύραινα δ’ ἐστὶ τίς; φησὶν ὁ ἕτερος· κέστραν μὲν ὔμμες ὡττικοὶ κικλήσκετε. Ἀντιφάνης ἐν Εὐθυδίκῳ· πάνυ συχνὴ σφύραινα. β. κέστραν ἀττικιστὶ δεῖ λέγειν. Νικοφῶν δ’ ἐν Πανδώρᾳ· κέστραι τε καὶ λάβρακες. Ἐπίχαρμος Ἥβας γάμῳ· κέστρας τε πέρκας τ’ αἰόλας.