Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

97 κἀν τοῖς Πέρσαις δέ φησιν (I 182 K)· τίς δ᾽ ἔσθ’ ἡμῖν τῶν σῶν ἀροτῶν ἢ ζυγοποιῶν ἔτι χρεία ἢ δρεπανουργῶν ἢ χαλκοτύπων ἢ σπέρματος ἢ χαρακισμοῦ; αὐτόματοι γὰρ διὰ τῶν τριόδων ποταμοὶ λιπαροῖς ἐπιπάστοις ζωμοῦ μέλανος καὶ Ἀχιλλείοις μάζαις κοχυδοῦντες ἐπιβλὺξ ἀπὸ τῶν πηγῶν τῶν τοῦ Πλούτου ῥεύσονται, σφῶν ἀρύτεσθαι. ὁ Ζεὺς δ’ ὕων οἴνῳ καπνίᾳ κατὰ τοῦ κεράμου βαλανεύσει, ἀπὸ τῶν δὲ τεγῶν ὀχετοὶ βοτρύων μετὰ ναστίσκων πολυτύρων ὀχετεύσονται θερμῷ σὺν ἔτνει καὶ λειριοπολφανεμώναις. τὰ δὲ δὴ δένδρη τἀν τοῖς ὄρεσιν χορδαῖς ὀπταῖς ἐριφείοις φυλλοροήσει καὶ τευθιδίοις ἁπαλοῖσι κίχλαις τ᾽ ἀναβράστοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme