Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

92 Ἀθηναῖοι δὲ καὶ τῆς τῶν δούλων προνοοῦντες τύχης ἐνομοθέτησαν καὶ ὑπὲρ δούλων γραφὰς ὕβρεως εἶναι. Ὑπερείδης γοῦν ὁ ῥήτωρ ἐν τῷ κατὰ Μαντιθέου αἰκίας φησίν (fr. 123 Bl.)· ‘ἔθεσαν οὐ μόνον ὑπὲρ τῶν ἐλευθέρων, ἀλλὰ καὶ ἐάν τις εἰς δούλου σῶμα ὑβρίσῃ γραφὰς εἶναι κατὰ τοῦ ὑβρίσαντος.’ τὰ ὅμοια εἴρηκε καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος πρώτῳ (fr. 72 Tur) καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (46). Μάλακος δ’ ἐν τοῖς Σιφνίων ὥροις ἱστορεῖ (FHG IV 412), ὡς τὴν Ἔφεσον δοῦλοι τῶν Σαμίων ᾤκισαν χίλιοι τὸν ἀριθμὸν ὄντες, οἳ καὶ τὸ πρῶτον ἀποστάντες εἰς τὸ ἐν τῇ νήσῳ ὄρος κακὰ πολλὰ ἐποίουν τοὺς Σαμίους· ἔτει δὲ ἕκτῳ μετὰ ταῦτα ἐκ μαντείας οἱ Σάμιοι ἐσπείσαντο τοῖς οἰκέταις ἐπὶ συνθήκαις, καὶ ἀθῷοι ἐξελθόντες τῆς νήσου ἐκπλεύσαντες κατέσχον τὴν Ἔφεσον· καὶ οἱ Ἐφέσιοι ἐκ τούτων ἐγένοντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme