Book 6
91
ὁ μὲν οὖν Νυμφόδωρος ταῦτα ἱστόρησεν· ἐν πολλοῖς δὲ ἀντιγράφοις ἐξ ὀνόματος αὐτὸν καλούμενον οὐχ εὗρον. οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἶμαι οὐδὲ ἃ ὁ καλὸς Ἡρόδοτος ἱστόρησε (VIII 105) περὶ Πανιωνίου τοῦ Χίου καὶ ὧν ἐκεῖνος ἔπαθεν δικαίως ἐλευθέρων παίδων ἐκτομὰς ποιησάμενος καὶ τούτους ἀποδόμενος. Νικόλαος δ’ ὁ περιπατητικὸς (FHG III 415) καὶ Ποσειδώνιος ὁ στωικὸς (ibid. 265) ἐν ταῖς ἱστορίαις ἑκάτερος τοὺς Χίους φασὶν ἐξανδραποδισθέντας ὑπὸ Μιθριδάτου τοῦ Καππάδοκος παραδοθῆναι τοῖς ἰδίοις δούλοις δεδεμένους, ἵν᾽ εἰς τὴν Κόλχων γῆν κατοικισθῶσιν· οὕτως αὐτοῖς ἀληθῶς τὸ δαιμόνιον ἐμήνισε πρώτοις χρησαμένοις ὠνητοῖς ἀνδραπόδοις τῶν πολλῶν αὐτουργῶν ὄντων κατὰ τὰς διακονίας. μήποτ’ οὖν διὰ ταῦτα καὶ ἡ παροιμία ‘Χῖος δεσπότην ὠνήσατο’, ᾗ κέχρηται Εὔπολις ἐν Φίλοις (I 332 K).