Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

85 Θετταλῶν δὲ λεγόντων πενέστας τοὺς μὴ γόνῳ δούλους, διὰ πολέμου, δ’ ἡλωκότας, Θεόπομπος ὁ κωμικὸς ἀποχρησάμενος τῇ φωνῇ φησι· δεσπότου πενέστου ῥυσὰ βουλευτήρια. Φιλοκράτης δ’ ἐν β’ Θετταλικῶν εἰ γνήσια τὰ συγγράμματα καλεῖσθαί φησι τοὺς πενέστας καὶ Θετταλοικέτας. Ἀρχέμαχος δ’ ἐν τῇ τρίτῃ Εὐβοικῶν Βοιωτῶν, φησίν, τῶν τὴν Ἀρναίαν κατοικησάντων οἱ μὴ ἀπάραντες εἰς τὴν Βοιωτίαν, ἀλλ’ ἐμφιλοχωρήσαντες παρέδωκαν ἑαυτοὺς τοῖς Θεσσαλοῖς δουλεύειν καθ’ ὁμολογίας, ἐφ᾽· ᾧ οὔτε ἐξάξουσιν αὐτοὺς ἐκ τῆς χώρας οὔτε ἀποκτενοῦσιν, αὐτοὶ δὲ τὴν χώραν αὐτοῖς ἐργαζόμενοι τὰς συντάξεις ἀποδώσουσιν οὗτοι οὖν οἱ κατὰ τὰς ὁμολογίας καταμείναντες καὶ παραδόντες ἑαυτοὺς ἐκλήθησαν τότε μὲν μενέσται, νῦν δὲ πενέσται. καὶ πολλοὶ τῶν κυρίων ἑαυτῶν εἰσιν εὐπορώτεροι. καὶ Εὐριπίδης δὲ ἐν Φρίξῳ λάτριας αὐτοὺς ὀνομάζει διὰ τούτων λάτρις πενέστης ἁμὸς ἀρχαίων δόμων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme