Book 6
7
ὅτι δὲ καὶ νεκροὺς πωλοῦσι τοὺς ἰχθῦς καὶ σεσηπότας ἐπισημαίνεται ὁ Ἀντιφάνης ἐν Μοιχοῖς διὰ τούτων (II 76 K)· οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων ἀτυχέστερον. τὸ μὴ γὰρ ἀποχρῆν ἀποθανεῖν αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι τοῖς ἰχθυοπώλαις τοῖς κακῶς ἀπολουμένοις σήπονθ᾽, ἕωλοι κείμενοι δύ’ ἡμέρας ἢ τρεῖς. μόλις δ’ ἐάν ποτ’ ὠνητὴν τυφλὸν λάβωσ᾽, ἔδωκαν τῶν νεκρῶν ἀναίρεσιν τούτῳ· κομίσας δ’ ἐξέβαλεν ... οἴκαδε, τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀδμῆς λαβών. ἐν δὲ Φιλοθηβαίῳ φησίν (II 107 K)· οὐ δεινόν ἐστι, προσφάτους μὲν ἂν τύχῃ πωλῶν τις ἰχθῦς, συναγαγόντα τὰς ὀφρῦς τοῦτον σκυθρωπάζοντά θ’ ἡμῖν προσλαλεῖν, ἐὰν σαπροὺς κομιδῇ δέ, παίζειν καὶ γελᾶν; τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν· τὸν μὲν γελᾶν, τὸν δ’ ἕτερον οἰμώζειν μακρά. ὅτι δὲ καὶ παμπόλλου πιπράσκουσιν Ἄλεξις ἐν Πυλαίαις φησίν (II 330 K)· νὴ τὴν Ἀθηνᾶν, ἀλλ’ ἐγὼ τεθαύμακα τοὺς ἰχθυοπώλας, πῶς ποτ’ οὐχὶ πλούσιοι ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς φόρους· Β. φόρους μόνον; οὐχὶ δεκατεύουσι γὰρ τὰς οὐσίας ἐν ταῖς πόλεσι καθήμενοι, ὅλας δ’ ἀφαιροῦνται καθ’ ἑκάστην ἡμέραν;