Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

50 κοινῇ δὲ περὶ παρασίτων εἰρήκασι Τιμοκλῆς μὲν ἐν Πύκτῃ, ἐπισιτίους καλῶν αὐτοὺς ἐν τοῖσδε (II 464 K)· εὑρήσεις δὲ τῶν ἐπισιτίων τούτων τιν’ οἳ δειπνοῦσιν ἐσφυδωμένοι τἀλλότρι᾽, ἑαυτοὺς ἀντὶ κωρύκων λέπειν παρέχοντες ἀθληταῖσιν. Φερεκράτης Γραυσί (I 153 K)· σὺ δ’ οὐδὲ θᾶσσον, Σμικυθίων, ἐπισιτιεῖ; Β. τίς δ’ οὗτος ὑμῖν ἐστι; Α. τοῦτον πανταχοῦ ἄγω λαρυγγικόν τιν’ ἐπὶ μισθῷ ξένον. ἐπισίτιοι γὰρ καλοῦνται οἱ ἐπὶ τροφαῖς ὑπουργοῦντες. Πλάτων ἐν τετάρτῳ Πολιτείας (p. 420 a)· ‘καὶ ταῦτα ἐπισίτιοι καὶ οὐδὲ μισθὸν πρὸς τοῖς σιτίοις ὥσπερ οἱ ἄλλοι λαβόντες.’ Ἀριστοφάνης Πελαργοῖς (I 504 K)· ἂν γὰρ ἕν’ ἄνδρ’ ἄδικον σὺ διώκῃς, ἀντιμαρτυροῦσι δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι. Εὔβουλος δ’ ἐν Δαιδάλῳ (II 172 K)· ἐθέλει δ’ ἄνευ μισθοῦ παρ’ αὐτοῖς καταμένειν ἐπισίτιος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme