Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

21 ἱστορεῖ τὰ αὐτὰ καὶ Φαινίας ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ τυράννων, ὡς χαλκῶν ὄντων τῶν παλαιῶν ἀναθημάτων καὶ τριπόδων καὶ λεβήτων καὶ ἐγχειριδίων, ὧν ἐφ’ ἑνὸς καὶ ἐπιγεγράφθαι φησίν θάησαί μ’· ἐτεὸν γὰρ ἐν Ἰλίου εὐρέι πύργῳ ἦν ὅτε καλλικόμῳ μαρνάμεθ’ ἀμφ’ Ἑλένῃ· καὶ μ’ Ἀντηνορίδης ἐφόρει κρείων Ἑλικάων νῦν δέ με Λητοΐδου θεῖον ἔχει δάπεδον. ἐπὶ δὲ τρίποδος, ὃς ἦν εἷς τῶν ἐπὶ Πατρόκλῳ ἄθλων τεθέντων χάλκεός εἰμι τρίπους, Πυθοῖ δ’ ἀνάκειμαι ἄγαλμα. καὶ μ’ ἐπὶ Πατρόκλῳ θῆκεν πόδας ὠκὺς Ἀχιλλεύς · Τυδείδης δ’ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης, νικήσας ἵπποισι παρὰ πλατὺν Ἑλλήσποντον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme