Book 6
21
ἱστορεῖ τὰ αὐτὰ καὶ Φαινίας ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ τυράννων (FHG II 297), ὡς χαλκῶν ὄντων τῶν παλαιῶν ἀναθημάτων καὶ τριπόδων καὶ λεβήτων καὶ ἐγχειριδίων, ὧν ἐφ’ ἑνὸς καὶ ἐπιγεγράφθαι φησίν· θάησαί μ᾽· ἐτεὸν γὰρ ἐν Ἰλίου εὐρέι πύργῳ ἦν, ὅτε καλλικόμῳ μαρνάμεθ’ ἀμφ’ Ἑλένῃ· καί μ᾽. Ἀντηνορίδης ἐφόρει κρείων Ἑλικάων· νῦν δέ με Λητοΐδου θεῖον ἔχει δάπεδον. ἐπὶ δὲ τρίποδος, ὃς ἦν εἷς τῶν ἐπὶ Πατρόκλῳ ἄθλων τεθέντων· χάλκεός εἰμι τρίπους, Πυθοῖ δ’ ἀνάκειμαι ἄγαλμα· καί μ’ ἐπὶ Πατρόκλῳ θῆκεν πόδας ὠκὺς Ἀχιλλεύς· Τυδείδης δ’ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης, νικήσας ἵπποισι παρὰ πλατὺν Ἑλλήσποντον.