Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

16 Ἀριστοφάνης δὲ ὁ κωμῳδιοποιός, ὅν φησιν Ἡλιόδωρος ὁ Ἀθηναῖος ἐν τοῖς περὶ ἀκροπόλεως (ib. IV 425) — πεντεκαίδεκα δ’ ἐστὶ ταῦτα βιβλία — Ναυκρατίτην εἶναι γένος, ἐν τῷ Πλούτῳ τῷ δράματι κατὰ τὴν τοῦ ὁμωνύμου θεοῦ ἐπιφάνειαν τοὺς ἰχθυηρούς φησι πίνακας ἀργυροῦς ἀναφανῆναι καθάπερ καὶ τὰ ἄλλα ἅπαντα, λέγων ὡδί (v. 812)· ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ’ ὁρᾶν. ὁ δ’ ἰπνὸς γέγον’ ἡμῖν ἐξαπίνης ἐλεφάντινος. Πλάτων δ’ ἐν Πρέσβεσι (I 633 K)· κατέλαβον Ἐπικράτης τε καὶ Φορμίσιος παρὰ τοῦ βασιλέως πλεῖστα δωροδοκήματα, ὀξύβαφα χρυσᾶ καὶ πινακίσκους ἀργυροῦς. Σώφρων δ’ ἐν γυναικείοις μίμοις φησί (fr. 19 Bo)· ‘τῶν δὲ χαλκωμάτων καὶ τῶν ἀργυρωμάτων ἐμάρμαιρε ἁ οἰκία.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme