Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 6

14 πρὸς ὃν Αἰμιλιανὸς ἀπεκρίνατο· πίνακα μὲν ἔχεις τὸ σκεῦος ὠνομασμένον καὶ παρὰ Μεταγένει τῷ κωμικῷ ἐν Θουριοπέρσαις. τήγανον δέ, ὦ βέλτιστε, εἴρηκεν ἐν μὲν Λήροις Φερεκράτης οὕτως · ἀπὸ τηγάνου τ’ ἔφασκεν ἀφύας φαγεῖν. καὶ ἐν Πέρσαις ὁ αὐτός· ἐπὶ τηγάνοις καθίσανθ’ ὑφάπτειν τοῦ φλέω. Φιλωνίδης δ’ ἐν Κοθόρνοις· ὑποδέχεσθαι καὶ μαγίσι καὶ τηγάνοις. καὶ πάλιν ὀσφρομένην τῶν τηγάνων. Εὔβουλος δ’ ἐν Ὀρθάννῃ· ῥιπὶς δ’ ἐγείρει φύλακας Ἡφαίστου κύνας θερμῇ παροξύνουσα τηγάνου πνοῇ. καὶ πάλιν πᾶσα δ’ εὔμορφος γυνὴ ἐρῶσα φοιτᾷ τηγάνῳ τε συντρυφᾷ. καὶ ἐν Τιτᾶσι· προσγελῶσά τε λοπὰς παφλάζει βαρβάρῳ λαλήματι· πηδῶσι δ’ ἰχθῦς ἐν μέσοισι τηγάνοις. τοῦ δὲ ῥήματος μέμνηται, Φρύνιχος ἐν Τραγῳδοῖς· ἡδὺ δ’ ἀποτηγανίζειν ἄνευ συμβολῶν. καὶ Φερεκράτης ἐν Μυρμηκανθρώποις φησί· σὺ δ’ ἀποτηγανίζεις. Ἡγήσανδρος δ’ ὁ Δελφὸς Συρακοσίους φησὶ τὴν μὲν λοπάδα τήγανον καλεῖν, τὸ δὲ τήγανον τήγανον διὸ καὶ Θεοδωρίδαν φάναι ἔν τινι ποιηματίῳ· τήγανον εὖ ἥψησεν ἐν ὀψητῆρι κολύμβῳ, τὴν λοπάδα τήγανον προσαγορεύων. χωρὶς δὲ τοῦ τ στοιχείου Ἴωνες ἤγανον λέγουσιν, ὡς Ἀνακρέων χεῖρὰ τ’ ἐν ἠγάνῳ βαλεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme