Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 5

33 πολλῶν οὖν καὶ ποικίλων εἰρημένων ἐν ταῖς πομπαῖς ταύταις μόνα ἐξελεξάμεθα ἐν οἷς ἦν χρυσὸς καὶ ἄργυρος, καὶ γὰρ διαθέσεις πολλαὶ ἀκοῆς ἦσαν ἄξιαι καὶ θηρίων πλήθη καὶ ἵππων καὶ λέοντες παμμεγέθεις εἴκοσι καὶ τέσσαρες. ἦσαν δὲ καὶ ἄλλαι τετράκυκλοι οὐ μόνον εἰκόνας βασιλέων φέρουσαι, ἀλλὰ καὶ θεῶν πολλαί. μεθ’ ἃς χορὸς ἐπόμπευσεν ἀνδρῶν ἑξακοσίων ἐν οἷς κιθαρισταὶ συνεφώνουν τριακόσιοι, ἐπιχρύσους ἔχοντες ὅλας κιθάρας καὶ στεφάνους χρυσοῦς, μεθ’ οὓς ταῦροι διῆλθον δισχίλιοι ὁμοιοχρώματοι χρυσόκερῳ, προμετωπίδας χρυσᾶς καὶ ἀνὰ μέσον στεφάνους ὅρμους τε καὶ αἰγίδας πρὸ τῶν στηθῶν ἔχοντες· ἦν δ’ ἅπαντα ταῦτα χρυσᾶ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme