Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 4

41 ὁ δὲ κωμῳδιοποιὸς Ποσείδιππος ἐν Πορνοβοσκῷ φησιν (IV 520 M)· ὁ μὴ πεπλευκὼς οὐδὲν ἑόρακεν κακόν· τῶν μονομαχούντων ἐσμὲν ἀθλιώτεροι. ὅτι δὲ καὶ οἱ ἔνδοξοι καὶ οἱ ἡγεμόνες ἐμονομάχουν καὶ ἐκ προκλήσεως τοῦτ’ ἐποίουν ἐν ἄλλοις εἰρήκαμεν. Δίυλλος δ’ ὁ Ἀθηναῖος ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν φησιν (FHG II 361) ὡς Κάσανδρος ἐκ Βοιωτίας ἐπανιὼν καὶ θάψας τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἐν Αἰγαίαις καὶ μετ’ αὐτῶν τὴν Κύνναν τὴν Εὐρυδίκης μητέρα καὶ τοῖς ἄλλοις τιμήσας οἷς προσήκει καὶ μονομαχίας ἀγῶνα ἔθηκεν, εἰς ὃν κατέβησαν τέσσαρες τῶν στρατιωτῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme