Book 3
76
ΒΑΚΧΥΛΟΣ δ’ ἐστὶν ἄρτος σποδίτης παρ’ Ἠλείοις καλούμενος, ὡς Νίκανδρος ἐν βʹ Γλωσσῶν ἱστορεῖ (fr. 121 Schn). μνημονεύει δ’ αὐτοῦ καὶ Δίφιλος ἐν Διαμαρτανούσῃ οὕτως (II 548 K)· ἄρτους σποδίτας κρησερίτας περιφέρειν. ἄρτου δ’ εἶδός ἐστι καὶ ὁ ΑΠΟΠΥΡΙΑΣ καλούμενος, ἐπ’ ἀνθράκων δ’ ὀπτᾶται. καλεῖται δ’ οὗτος ὑπό τινων ζυμίτης. Κρατῖνος Μαλθακοῖς (I 45 K)· ‘πρῶτον ἀποπυρίαν ἔχω ζυμηταμιαδου πλεους κνεφαλλον.’