Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

62 καὶ παρ’ Ἀντιφάνει δ’ ἐν Στρατιώτῃ ἢ Τύχωνι παραινέσεις εἰσφέρων ἄνθρωπος τοιοῦτός ἐστιν, ὅς φησιν (II 98 K)· ὅστις ἄνθρωπος δὲ φὺς ἀσφαλές τι κτῆμ’ ὑπάρχειν τῷ βίῳ λογίζεται, πλεῖστον ἡμάρτηκεν. ἢ γὰρ εἰσφορά τις ἥρπασεν τἄνδοθεν πάντ’ ἢ δίκῃ τις περιπεσὼν ἀπώλετο ἢ στρατηγήσας προσῶφλεν ἢ χορηγὸς αἱρεθεὶς ἱμάτια χρυσᾶ παρασχὼν τῷ χορῷ ῥάκος φορεῖ ἢ τριηραρχῶν ἀπήγξατ’ ἢ πλέων ἥλωκέ ποι ἢ βαδίζων ἢ καθεύδων κατακέκοφθ’ ὑπ’ οἰκετῶν. οὐ βέβαιον οὐθέν ἐστι, πλὴν ὅσ’ ἂν καθ’ ἡμέραν εἰς ἑαυτὸν ἡδέως τις εἰσαναλίσκων τύχῃ, οὐδὲ ταῦτα σφόδρα τι· καὶ γὰρ τὴν τράπεζαν ἁρπάσαι κειμένην ἄν τις προσελθών· ἀλλ’ ὅταν τὴν ἔνθεσιν ἐντὸς ἤδη τῶν ὀδόντων τυγχάνῃς κατεσπακώς, τοῦτ’ |ἐν ἀσφαλεῖ νόμιζε τῶν ὑπαρχόντων μόνον. τὰ αὐτὰ εἴρηκε καὶ ἐν Ὑδρίᾳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme