Book 3
62
καὶ παρ’ Ἀντιφάνει δ’ ἐν Στρατιώτῃ ἢ Τύχωνι παραινέσεις εἰσφέρων ἄνθρωπος τοιοῦτός ἐστιν, ὅς φησιν ὅστις ἄνθρωπος δὲ φὺς ἀσφαλές τι κτῆμ’ ὑπάρχειν τῷ βίῳ λογίζεται, πλεῖστον ἡμάρτηκεν. ἢ γάρ εἰσφορά τις ἥρπακεν τἄνδοθεν πάντ’ ἢ δίκῃ τις περιπεσὼν ἀπώλετο ἢ στρατηγήσας προσῶφλεν ἢ χορηγὸς αἱρεθεὶς ἱμάτια χρυσᾶ παρασχὼν τῷ χορῷ ῥάκος φορεῖ ἢ τριηραρχῶν ἀπήγξατ’ ἢ πλέων ἥλωκέ ποι ἢ βαδίζων ἢ καθεύδων κατακέκοφθ’ ὑπ’ οἰκετῶν. οὐ βέβαιον οὐδέν ἐστι, πλὴν ὅσ’ ἂν καθ’ ἡμέραν εἰς ἑαυτὸν ἡδέως τις εἰσαναλίσκων τύχῃ, οὐδὲ ταῦτα σφόδρα τι· καὶ γὰρ τὴν τράπεζαν ἁρπάσαι κειμένην ἄν τις προσελθών ἀλλ’ ὅταν τὴν ἔνθεσιν ἐντὸς ἤδη τῶν ὀδόντων τυγχάνῃς κατεσπακώς, τοῦτ’ ἐν ἀσφαλεῖ νόμιζε τῶν ὑπαρχόντων μόνον. τὰ αὐτὰ εἴρηκε καὶ ἐν Ὑδρίᾳ.
63
. εἰς ταῦτ’ οὖν τις ἀποβλέπων, ἄνδρες φίλοι, εἰκότως ἂν ἐπαινέσειεν τὸν καλὸν Χρύσιππον κατέχοντα ἀκριβῶς τὴν Ἐπικούρου φύσιν καὶ εἰπόντα μητρόπολιν εἶναι τῆς φιλοσοφίας αὐτοῦ τὴν Ἀρχεστράτου Γαστρολογίαν, ἣν πάντες οἱ τῶν φιλοσόφων γαστρίμαργοι Θέογνίν τινα αὑτῶν εἶναι λέγουσι τὴν καλὴν ταύτην ἐποποιίαν. πρὸς οὓς καὶ Θεόγνητος ἐν Φάσματι ἢ Φιλαργύρῳ φησίν· ἐκ τούτων ἄνθρωπ᾽, ἀπολεῖς με. τῶν γὰρ ἐκ τῆς ποικίλης στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς· ‘ἀλλότριὸν ἐσθ’ ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη· σοφία δ’ ἴδιον, κρύσταλλος, οὐδεὶς πώποτε ταύτην λαβὼν ἀπώλεσ’.’ ὦ τάλας ἐγώ, οἵῳ μ’ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν ἐπαρίστερ’ ἔμαθες, ὦ πόνηρε, γράμματα· ἀνέστροφέν σου τὸν βίον τὰ βιβλία· πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν, οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.