Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

61 καὶ Βάτων δ’ ἐν Συνεξαπατῶντι δυσχεραίνοντα ποιήσας μειρακίου πατέρα ὡς διαφθαρέντος κατὰ τὴν δίαιταν ὑπὸ τοῦ παιδαγωγοῦ φησὶν ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών, ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον ἀλλότριον αὑτοῦ· καὶ πότους ἑωθινοὺς πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος. β. εἶτ’ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς; α. ζῆν δ’ ἐστὶ τὸ τοιοῦθ᾽; β. ὡς λέγουσιν οἱ σοφοί. ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν τὴν ἡδονὴν δήπουθεν οὐκ ἔστιν δ’ ἔχειν ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν δὴ καλῶς εὖ ζῶσ’ ἅπαντες, ἢ τυχὸν δώσεις ἐμοί; α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ μεθύοντ’ ἐπὶ τούτοις θ’ οἷς λέγεις κηλούμενον; β. ἅπαντας· οἱ γοῦν τὰς ὀφρῦς ἐπηρκότες καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ, ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος, ὥστ’ ἐκπεπλῆχθαι πάντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme