Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

57 ἡσθέντων οὖν ἐπὶ τοῖς πεπαιγμένοις ἁπάντων ‘ἀλλὰ μήν, ἔφη ὁ Οὐλπιανός, καὶ τὸν περὶ τῆς ΜΗΤΡΑΣ λόγον ἀποδώσω. Ἄλεξις γὰρ ἐν τῷ Ποντικῷ ἐπιγραφομένῳ δράματι Καλλιμέδοντα τὸν ῥήτορα, Κάραβον δὲ ἐπικαλούμενον κωμῳδῶν — ἦν δ’ οὗτος εἷς τῶν κατὰ Δημοσθένη τὸν ῥήτορα πολιτευομένων — φησίν (II 368 K)· ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνῄσκειν θέλει, ὑπὲρ δὲ μήτρας Καλλιμέδων ὁ Κάραβος ἑφθῆς ἴσως προσεῖτ’ ἂν ἀποθανεῖν. ἦν δὲ ὁ Καλλιμέδων καὶ ἐπὶ ὀψοφαγίᾳ διαβόητος. μνημονεύει τῆς μήτρας καὶ Ἀντιφάνης ἐν Φιλομήτορι οὕτως (II 108 K)· ἔμμητρον ἂν ᾖ τὸ ξύλον, βλάστην ἔχει· μητρόπολίς ἐστιν, οὐχὶ πατρόπολις πόλις· μήτραν τινὲς πωλοῦσιν ἥδιστον κρέας· Μητρᾶς ὁ Χῖός ἐστι τῷ δήμῳ φίλος. Εὔφρων δ’ ἐν Παραδιδομένῃ (IV 492 M)· οὑμὸς διδάσκαλος δὲ μήτραν σκευάσας παρέθηκε Καλλιμέδοντι κἀσθίονθ’ ἅμα ἐποίησε πηδᾶν, ὅθεν ἐκλήθη Κάραβος. Διώξιππος δ’ ἐν Ἀντιπορνοβοσκῷ (ib. 541)· οἵων δ’ ἐπιθυμεῖ βρωμάτων, ὡς μουσικῶν· ἤνυστρα, μήτρας, χόλικας. ἐν δὲ Ἱστοριογράφῳ (ib.)· τὴν στοὰν διεξέπαιεν Ἀμφικλῆς· μήτρας δύο κρεμαμένας δείξας ‘ἐκεῖνον πέμπε, φησίν, ἂν ἴδῃς.’ Εὔβουλος δ’ ἐν Δευκαλίωνι (II 173 K)· ἡπάτια, νῆστις, πλεύμονες, μήτρα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme