Book 3
1
ὅτι Καλλίμαχος ὁ γραμματικὸς τὸ μέγα βιβλίον ἴσον ἔλεγεν εἶναι τῷ μεγάλῳ κακῷ.
1
κιβώρια. Νίκανδρος ἐν Γεωργικοῖς· σπείρειας κυάμων Αἰγύπτιον, ὄφρα θερείης ἀνθέων μὲν στεφάνους ἀνύσῃς, τὰ δὲ πεπτηῶτα ἀκμαίου καρποῖο κιβώρια δαινυμένοισιν εἰς χέρας ἠιθέοισι πάλαι ποθέουσιν ὀρέξῃς. ῥίζας δὲ ἐν θοίνῃσιν ἀφεψήσας προτίθημι. ῥίζας δὲ λέγει Νίκανδρος τὰ ὑπ’ Ἀλεξανδρέων κολοκάσια καλούμενα· ὡς ὁ αὐτός· κυάμου λέψας κολοκάσιον ἐντμήξας τε. ἐστὶ δ’ ἐν Σικυῶνι Κολοκασίας Ἀθηνᾶς ἱερόν. ἐστὶ δὲ καὶ κιβώριον εἶδος ποτηρίου.