Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 2

55 Ἄλεξις ὁ χαρίεις πρόπομα ὅλον παρατίθησι τοῖς διακρίνειν δυναμένοις (II 392 K)· ἔλαθον γενόμενος οὗ τὸ πρᾶγμ’ ἠβούλετο. κατὰ χειρὸς ἐδόθη· τὴν τράπεζαν ἧκ’ ἔχων, ἐφ’ ἧς ἐπέκειτ’ οὐ τυρὸς οὐδ’ ἐλαῶν γένη οὐδὲ παρέχουσαι κνῖσαν ἡμῖν πλείονα παροψίδες καὶ λῆρος, ἀλλὰ παρετέθη ὑπερηφάνως ὄζουσα τῶν Ὡρῶν λοπάς, τὸ τοῦ πόλου τοῦ παντὸς ἡμισφαίριον. ἅπαντ’ ἐνῆν τἀκεῖ γὰρ ἐν ταύτῃ καλά, ἰχθῦς, ἔριφοι, διέτρεχε τούτων σκορπίος, ὑπέφαινεν ᾠῶν ἡμίτομα τοὺς ἀστέρας. ἐπεβάλομεν τὰς χεῖρας. ὃ μὲν ἐμοὶ λαλῶν ἅμα καὶ διανεύων ἠσχολεῖθ᾽· ὁ πᾶς δ’ ἀγὼν ἐπ’ ἐμὲ κατήντα. τὸ πέρας οὐκ ἀνῆχ’ ἕως τὴν λοπάδ’ ὀρύττων ἀποδέδειχα κόσκινον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme