Book 2
54
Ἐπικράτης ὁ κωμῳδιοποιός (II 287 K)· τί Πλάτων καὶ Σπεύσιππος καὶ Μενέδημος; πρὸς τίσι νυνὶ διατρίβουσιν; ποία φροντίς, ποῖος δὲ λόγος διερευνᾶται παρὰ τούτοισιν; τάδε μοι πινυτῶς, εἴ τι κατειδὼς ἥκεις, λέξον, πρὸς Γᾶς ..... Β. ἀλλ’ οἶδα λέγειν περὶ τῶνδε σαφῶς. Παναθηναίοις γὰρ ἰδὼν ἀγέλην μειρακίων . . . . . . ἐν γυμνασίοις Ἀκαδημείας ἤκουσα λόγων ἀφάτων, ἀτόπων. περὶ γὰρ φύσεως ἀφοριζόμενοι διεχώριζον ζῴων τε βίον δένδρων τε φύσιν λαχάνων τε γένη. κᾆτ’ ἐν τούτοις τὴν κολοκύντην ἐξήταζον τίνος ἐστὶ γένους. Α. καὶ τί ποτ’ ἄρ’ ὡρίσαντο καὶ τίνος γένους εἶναι τὸ φυτόν; δήλωσον, εἰ κάτοισθά τι. Β. πρώτιστα μὲν οὖν πάντες ἄναυδοι τότ’ ἐπέστησαν καὶ κύψαντες χρόνον οὐκ ὀλίγον διεφρόντιζον. κᾆτ’ ἐξαίφνης, ἔτι κυπτόντων καὶ ζητούντων τῶν μειρακίων, λάχανόν τις ἔφη στρογγύλον εἶναι, ποίαν δ’ ἄλλος, δένδρον δ’ ἕτερος. ταῦτα δ’ ἀκούων ἰατρός τις Σικελᾶς ἀπὸ γᾶς κατέπαρδ’ αὐτῶν ὡς ληρούντων. Α. ἦ που δεινῶς ὠργίσθησαν χλευάζεσθαί τ᾽ ἐβόησαν; τὸ γὰρ ἐν λέσχαις ταῖσδε τοιαῦτα ποιεῖν ἀπρεπές . . . . . . . Β. οὐδ’ ἐμέλησεν τοῖς μειρακίοις. ὁ Πλάτων δὲ παρὼν καὶ μάλα πρᾴως, οὐδὲν ὀρινθείς, ἐπέταξ’ αὐτοῖς πάλιν ἐξ ἀρχῆς τὴν κολοκύντην ἀφορίζεσθαι τίνος ἐστὶ γένους. οἳ δὲ διῄρουν.