Book 2
51
ΠΡΟΠΟΜΑ. τούτου, φησί, περιενεχθέντος ὁ τῶν δείπνων ταμίας Οὐλπιανὸς ἔφη, εἰ κεῖται παρά τινι τὸ πρόπομα οὕτω καλούμενον ὡς νῦν ἡμεῖς φαμεν. καὶ ζητούντων πάντων ‘αὐτός, ἔφη, ἐγὼ ἐρῶ. Φύλαρχος ὁ Ἀθηναῖος ἢ Ναυκρατίτης ἐν οἷς ὁ λόγος ἐστὶν αὐτῷ περὶ Ζηλᾶ τοῦ Βιθυνῶν βασιλέως, ὃς ἐπὶ ξένια καλέσας τοὺς τῶν Γαλατῶν ἡγεμόνας ἐπιβουλεύσας αὐτοῖς καὶ αὐτὸς διεφθάρη, φησὶν οὕτως, εἰ μνήμης εὐτυχῶ (FHG I 341)· ‘πρόπομά τι πρὸ τοῦ δείπνου περιεφέρετο, καθὼς εἰώθει τὸ πρῶτον.’ καὶ ταῦτ’ εἰπὼν ὁ Οὐλπιανὸς ᾔτει πιεῖν ἐν ψυκτῆρι, ἀρέσκειν ἑαυτὸν φάσκων διὰ τὸ ἑτοίμως ἀπεμνημονευκέναι. ἦν δὲ τῶν ἐν τοῖς προπόμασι, φησί, παρασκευαζομένων ἄλλα τε καὶ δὴ καὶ ταῦτα.